Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.233 Joseph. AJ 15.239 (English) >>Joseph. AJ 15.244

15.237

Κἀκείνη μὲν οὕτως ἀπέθανεν γυνὴ καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς μεγαλοψυχίαν ἄριστα γεγενημένη, τὸ δʼ ἐπιεικὲς ἔλιπεν αὐτῇ καὶ πλεῖον ἦν ἐν τῇ φύσει τὸ φιλόνεικον· κάλλει δὲ σώματος καὶ τῷ περὶ τὰς ἐντεύξεις ἀξιώματι μειζόνως φράσαι τὰς κατʼ αὐτὴν ὑπερῆγεν, 15.238 τε πλείων ἀφορμὴ τοῦ μὴ κεχαρισμένως τῷ βασιλεῖ μηδὲ πρὸς ἡδονὴν ζῆν ἐντεῦθεν ἐγεγόνει· θεραπευομένη γὰρ διὰ τὸν ἔρωτα καὶ δυσχερὲς οὐδὲν ἐξ ἐκείνου προσδοκῶσα τὴν παρρησίαν ἀσύμμετρον εἶχεν. 15.239ἠνία δʼ αὐτὴν καὶ τὰ περὶ τοὺς οἰκείους καὶ ταῦτα πάντα πρὸς ἐκεῖνον ὡς ἐπεπόνθει λέγειν ἠξίου, καὶ πέρας ἐξενίκησεν ἐχθρὰς αὐτῇ γενέσθαι τήν τε μητέρα καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως κἀκεῖνον αὐτόν, μόνῳ τὸ μὴ παθεῖν τι δυσχερὲς ἀπεπίστευεν. 15.240

Ἀναιρεθείσης δʼ αὐτῆς τότε καὶ μᾶλλον ἐξήφθη τὰ περὶ τὴν ἐπιθυμίαν τοῦ βασιλέως ἔχοντος μὲν οὕτως, ὡς καὶ πρότερον ἐδηλώσαμεν· οὐ γὰρ ἀπαθὴς οὐδʼ οἷος ἂν ἐκ συνηθείας ἦν πρὸς αὐτὴν ἔρως, ἀλλὰ καὶ πρότερον ἦρξεν ἐνθουσιαστικῶς καὶ τῇ παρρησίᾳ τῆς συμβιώσεως οὐκ ἀπενικήθη μὴ πλείων ἀεὶ γίνεσθαι· 15.241τότε μέντοι καὶ μᾶλλον ἐδόκει κατὰ νέμεσίν τινα τῆς κατὰ τὴν Μαριάμμην ἀπωλείας ἐπιθέσθαι, καὶ πολλάκις μὲν ἀνακλήσεις ἦσαν αὐτῆς, πολλάκις δὲ καὶ θρῆνος ἀσχήμων, ἐπενόει δὲ πᾶν εἴ τι δυνατὸν εἰς ψυχαγωγίαν πότους καὶ συνουσίας αὐτῷ πραγματευόμενος, καὶ τούτων οὐδὲν ἤρκει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.233 Joseph. AJ 15.239 (English) >>Joseph. AJ 15.244

Powered by PhiloLogic